


Περὶ ποιητικῆς αυτῆς τε και των ειδων αυτῆς
και πως δει συνιστασθαι τους μῡθους ει μελλει καλῶς ἑξειν ἡ ποιησις
ετι δε εκ ποσων και ποιων εστι μορίων
ὁμοιως δε και περι των αλλων ὅσα της αυτῆς εστὶ μεθοδου
λεγωμεν αρξαμενοι κατὰ φυσιν πρωτον απὸ των πρωτων.
Εποποιίᾱ δη και ἡ της τραγωιδίᾱς ποιησις ετι δε κωμωιδίᾱ
και ἡ δῑθυραμβοποιητικὴ και της αυλητικῆς ἡ πλειστη και κιθαριστικῆς
πᾱσαι τυγχανουσιν ουσαι μῑμησεις το συνολον
ὴ γαρ τωι εν ἑτεροις μῑμεισθαι
ὴ τωι ἑτερως και μη τον αυτὸν τροπον.
ὡσπερ γαρ και χρωμασι και σχημασι πολλὰ μῑμουνται τινες απεικαζοντες
οἱ μεν διὰ τεχνης οἱ δε διὰ συνηθείᾱς
οὑτω καν ταις ειρημεναις τεχναις
ἁπᾱσαι μεν ποιουνται την μῑμησιν εν ῥυθμῶι και λογωι και ἁρμονίᾱι
τουτοις δ' ὴ χωρις ὴ μεμιγμενοις ·
οἱον ἁρμονίᾱι μεν και ῥυθμῶι χρωμεναι μονον ἡ τε αυλητικὴ και ἡ κιθαριστικὴ
καν ει τινες ἑτεραι τυγχανουσιν ουσαι τοιαυται την δυναμιν
αυτῶι δε τωι ῥυθμῶι μιμουνται χωρις ἁρμονίᾱς αἱ των ορχηστῶν
και γαρ οὑτοι διὰ των σχηματιζομενων ῥυθμῶν μῑμουνται
Ἡ δε μονον τοις λογοις ψῑλοῖς ὴ τοις μετροις
και τουτοις ειτε μιγνῡσα μετ' αλληλων ειθ' ἑνί τινι γενει χρωμενη των μετρων
ανωνυμος τυγχανει ουσα μεχρι του νῦν.
ουδὲν γαρ αν εχοιμεν ονομᾱσαι κοινὸν τους Σωφρονος και Ξεναρχου μῑμους
ουδὲ ει τις διὰ τριμετρων ὴ ελεγειων ὴ των αλλων τινῶν των τοιουτων
πλην οἱ ανθρωποι γε συναπτοντες τωι μετρωι το ποιεῖν
ελεγειοποιους τους δε εποποιους ονομαζουσιν
ουχ ὡς κατὰ την μῑμησιν ποιητὰς
αλλὰ κοινῆι το μετρον προσαγορευοντες ·
και γαρ αν ιατρικὸν ὴ μουσικὸν τι διὰ των μετρων εκφερωσιν
ουδὲν δε κοινόν εστὶν Ὁμηρωι και Εμπεδοκλεῖ πλην το μετρον
διὸ τον μεν ποιητὴν δικαιον καλεῖν
τον δε φυσιολόγον μαλλον ὴ ποιητήν.
ὁμοιως δε κᾱν ει τις ἁπαντα τα μετρα μιγνυων ποιοῖτο την μῑμησιν
καθάπερ Χαιρημων εποιησε Κενταυρον
μικτὴν ῥαψωιδίαν εξ ἁπαντων των μετρων
περὶ μεν ουν τουτων διωρισθω τουτον τον τροπον.
Εισὶ δε τινες αἳ πᾱσι χρωνται τοις ειρημενοις
λεγω δε οἱον ῥυθμῶι και μελει και μετρωι
ὡσπερ ἡ τε των δῑθυραμβικῶν ποιησις και ἡ των νομων
και ἡ τε τραγωιδίᾱ και ἡ κωμωιδίᾱ
διαφερουσι δε ὁτι αἱ μεν ἁμα πᾱσιν αἱ δε κατὰ μερος.