


Εισὶ δε των μῡθων οἱ μεν ἁπλοῖ οἱ δε πεπλεγμενοι ·
και γαρ αἱ πρᾱξεις ὧν μῑμησεις οἱ μῦθοι εισὶν ὑπαρχουσιν ευθὺς ουσαι τοιαῦται.
λεγω δε ἁπλῆν μεν πρᾶξιν ἧς γινομενης ὡσπερ ὡρισται συνεχοῦς και μιᾶς
ανευ περιπετείᾱς ὴ αναγνωρισμοῦ ἡ μεταβασις γινεται
πεπλεγμενην δε εξ ἧς μετὰ αναγνωρισμοῦ ὴ περιπετείᾱς ὴ αμφοῖν
ταυτα δε δει γινεσθαι εξ αυτῆς τῆς συστασεως του μῡθου
ὡστε εκ των προγεγενημενων συμβαινειν
ὴ εξ αναγκης ὴ κατὰ το εικὸς γιγνεσθαι ταυτα ·
διαφερει γαρ πολὺ το γιγνεσθαι ταδε διὰ ταδε ὴ μετὰ ταδε.