


Εστι δε περιπετεια μεν ἡ εις το εναντίον των πραττομενων μεταβολὴ
και τουτο δε ὡσπερ λεγομεν κατὰ το εικὸς ὴ αναγκαῖον ·
ὡσπερ εν τωι Οιδιποδι ελθὼν ὡς ευφρανῶν τον Οιδιπουν
και απαλλαξων του προς την μητέρα φοβου
και εν τωι Λυγκεῖ ὁ μεν αγομενος ὡς αποθανουμενος
ὁ δε Δαναὸς ακολουθῶν ὡς αποκτενῶν
τον μεν συνεβη εκ των πεπραγμενων αποθανεῖν
Αναγνωρισις δε ὡσπερ και τουνομα σημαινει
εξ αγνοιᾱς εις γνωσιν μεταβολη
των προς ευτυχίαν ὴ δυστυχίαν ὡρισμενων ·
καλλιστη δε αναγνωρισις ὁταν ἁμα περιπετειαι γινωνται
εισὶν μεν ουν και αλλαι αναγνωρισεις ·
και γαρ προς αψυχα και τα τυχόντα εστιν ὡς ὅπερ ειρηται συμβαινει
και ει πεπραγε τις ὴ μη πεπραγεν εστιν αναγνωρίσαι ·
αλλ' ἡ μαλιστα του μῡθου και ἡ μαλιστα της πραξεως ἡ ειρημενη εστίν ·
ἡ γαρ τοιαυτη αναγνωρισις και περιπετεια ὴ ελεον ἑξει ὴ φοβον
οἵων πραξεων ἡ τραγωιδίᾱ μῑμησις ὑποκειται ·
ετι δε και το ατυχεῖν και το ευτυχεῖν επὶ των τοιουτων συμβησεται.
Επει δη ἡ αναγνωρισις τινῶν εστιν αναγνωρισις
αἱ μεν θατερου προς τον ἑτερον μονον
ὁταν ηι δηλος ἑτερος τίς εστιν
ὁτὲ δε αμφοτερους δει αναγνωρίσαι
οἱον ἡ μεν Ιφιγένεια τωι Ορεστηι ανεγνωρισθη εκ της πεμψεως της επιστολῆς
εκεινωι δε προς την Ιφιγενειαν αλλης εδει αναγνωρισεως.
Δυο μεν ουν του μῡθου μερη περὶ ταυτ' εστί
τουτων δε περιπετεια μεν και αναγνωρισις ειρηται
παθος δε εστι πρᾶξις φθαρτικὴ ὴ οδυνερά
οἱον οἱ τε εν τωι φανερωι θανατοι
και αἱ περιωδυνίαι και τρωσεις και ὁσα τοιαυτα.