


Επει δε μῑμουνται οἱ μῑμουμενοι πραττοντας
αναγκη δε τουτους ὴ σπουδαιους ὴ φαυλους ειναι
τα γαρ ηθη σχεδὸν αεὶ τουτοις ακολουθεῖ μονοις
κακίᾱι γαρ και αρετῆι τα ηθη διαφερουσι παντες
ητοι βελτίονας ὴ καθ' ἡμᾶς ὴ χειρονας ὴ και τοιουτους
δηλον δε ὁτι και των λεχθεισῶν ἑκαστη μῑμησεων ἑξει ταυτᾱς τᾱς διαφορὰς
και εσται ἑτερα τωι ἑτερα μῑμεισθαι τουτον τον τροπον.
και γαρ εν ορχησει και αυλησει και κιθαρισει
εστὶ γενεσθαι ταυτᾱς τᾱς ανομοιοτητας ·
και τοι περὶ τους λογους δε και την ψῑλομετρίᾱν
Ἡγημων δε ὁ Θασιος τᾱς παρωιδίᾱς ποιησᾱς πρωτος
και Νικοχάρης ὁ την Δηλιαδα χειρους ·
ὁμοιως δε και περὶ τους δῑθυραμβους και περὶ τους νομους ·
ὡσπερ Κυκλωπας Τῑμοθεος και Φιλοξενος μῑμησαιτο αν τις.
εν αυτηι δε τηι διαφορᾶι και ἡ τραγωιδίᾱ προς την κωμωιδίᾱν διεστηκεν ·