


Εοικᾱςι δε γεννησαι μεν ὁλως την ποιητικὴν αιτίαι δυο τινες
το τε γαρ μῑμεισθαι συμφυτον τοις ανθρωποις εκ παιδων εστὶ
και τουτωι διαφερουσι των αλλων ζωιων
και τᾱς μαθησεις ποιεῖται διὰ μῑμησεως τᾱς πρωτᾱς
και το χαιρειν τοις μῑμημασι παντας.
σημεῖον δε τουτου το συμβαῖνον επὶ των εργων ·
τουτων τᾱς εικόνας τᾱς μαλιστα ηκριβωμένᾱς χαιρομεν θεωροῦντες
οἱον θηρίων τε μορφὰς των ατῑμοτάτων και νεκρῶν.
ὁτι μανθάνειν ου μονον τοις φιλοσόφοις ἡδιστον
αλλ' επι βραχὺ κοινωνοῦσιν αυτοῦ.
διὰ γαρ τουτο χαιρουσι τᾱς εικόνας ὁρῶντες
ὁτι συμβαίνει θεωροῦντας μανθάνειν και συλλογιζεσθαι τί ἑκαστον
ουχι μῑμημα ποιήσει την ἡδονὴν
αλλὰ διὰ την απεργασίαν ὴ την χροιὰν
ὴ διὰ τοιαυτην τινὰ αλλην αιτίᾱν.
Κατὰ φυσιν δε οντος ἡμῖν του μῑμεισθαι
και της ἁρμονίᾱς και του ῥυθμοῦ
τα γαρ μετρα ὁτι μορια των ῥυθμῶν εστὶ φανερόν
εξ αρχῆς πεφῡκότες και αυτὰ μαλιστα κατὰ μῑκρὸν προαγοντες
εγεννησαν την ποιησιν εκ των αυτοσχεδιασματων.
διεσπασθη δε κατὰ τα οικεῖα ηθη ἡ ποιησις ·
οἱ μεν γαρ σεμνοτεροι τᾱς καλὰς εμῑμοῦντο πραξεις και τᾱς των τοιουτων
οἱ δε ευτελεστεροι τᾱς των φαυλων
ὡσπερ ἑτεροι ὑμνους και εγκωμια.
των μεν ουν προ Ὁμηρου ουδενὸς εχομεν ειπεῖν τοιοῦτον ποιημα
απὸ δε Ὁμηρου αρξαμενοις εστὶν
οἱον εκεινου ὁ Μαργῑτης και τα τοιαῦτα.
Εν οἱς κατὰ το ἁρμοττον ιαμβεῖον ηλθε μετρον
ὁτι εν τωι μετρωι τουτωι ιαμβιζον αλληλους.
και εγενοντο των παλαιῶν οἱ μεν ἡρωικῶν οἱ δε ιαμβων ποιηταί.
ὡσπερ δε και τα σπουδαῖα μαλιστα ποιητὴς Ὁμηρος ην
μονος γαρ ουχ ὁτι εῡ αλλὰ και μῑμησεις δρᾱματικὰς εποιησεν
οὑτως και τα της κωμωιδίᾱς σχηματα πρωτος ὑπεδειξεν
ου ψογον αλλὰ το γελοῖον δρᾱματοποιησᾱς ·
ὡσπερ Ῑλιὰς και ἡ Οδυσσειᾱ προς τᾱς τραγωιδίᾱς
οὑτω και οὑτος προς τᾱς κωμωιδίᾱς.
Παραφανεισης δε της τραγωιδίᾱς και κωμωιδίᾱς
οἱ εφ' ἑκατερᾱν την ποιησιν ὁρμῶντες κατὰ την οικειᾱν φυσιν
οἱ μεν αντὶ των ιαμβων κωμωιδοποιοὶ εγενοντο
οἱ δε αντὶ των επῶν τραγωιδοδιδασκαλοι
διὰ το μειζονα και εντῑμοτερα τα σχηματα ειναι ταυτα εκεινων.
Το μεν ουν επισκοπεῖν ᾱρ' εχει ηδη ἡ τραγωιδίᾱ τοις ειδεσιν ἱκανῶς ὴ ου
αυτό τε καθ' αὑτὸ κρῑναι και προς τα θεᾱτρα
γενομενη δ' ουν απ' αρχῆς αυτοσχεδιαστικὴ
ἡ μεν απὸ των εξαρχοντων τον δῑθυραμβον
ἃ ετι και νῦν εν πολλαῖς των πολεων διαμενει νομιζομενα
κατὰ μῑκρὸν ηυξηθη προαγοντων ὁσον εγιγνετο φανερὸν αυτῆς ·
και πολλὰς μεταβολὰς μεταβαλοῦσα ἡ τραγωιδίᾱ επαυσατο
και το τε των ὑποκριτῶν πληθος εξ ἑνὸς εις δυο
και τον λογον πρωταγωνιστὴν παρεσκευασεν ·
τρεις δε και σκηνογραφίᾱν Σοφοκλῆς.
εκ μῑκρῶν μῡθων και λεξεως γελοιᾱς διὰ το εκ σατυρικοῦ μεταβαλεῖν
οψὲ απεσεμνυνθη το τε μετρον εκ τετραμετρου ιαμβεῖον εγενετο.
το μεν γαρ πρωτον τετραμετρωι εχρῶντο
διὰ το σατυρικὴν και ορχηστικωτερᾱν ειναι την ποιησιν
λεξεως δε γενομενης αυτὴ ἡ φυσις το οικεῖον μετρον εὑρε
μαλιστα γαρ λεκτικὸν των μετρων το ιαμβεῖον εστίν ·
πλειστα γαρ ιαμβεῖα λεγομεν εν τηι διαλεκτωι τηι προς αλληλους
ἑξαμετρα δε ολιγάκις και εκβαινοντες της λεκτικῆς ἁρμονίᾱς.
και τα αλλ' ὡς ἑκαστα κοσμηθῆναι λεγεται εστω ἡμῖν ειρημένα ·
πολὺ γαρ αν ισως εργον ειη διεξιέναι καθ' ἑκαστον.