


Περὶ μεν ουν της εν ἑξαμετροις μῑμητικῆς
και περὶ κωμωιδίᾱς ὑστερον εροῦμεν ·
απολαβόντες αυτῆς εκ των ειρημενων τον γενομενον ὁρον της ουσίᾱς.
εστὶν ουν τραγωιδίᾱ μῑμησις πραξεως σπουδαιᾱς και τελειᾱς μεγεθος εχουσης
ἡδυσμενωι λογωι χωρὶς ἑκαστωι των ειδῶν εν τοις μορίοις
δι' ελεου και φοβου περαινουσα την των τοιουτων παθηματων καθαρσιν.
Λεγω δε ἡδυσμένον μεν λογον τον εχοντα ῥυθμὸν και ἁρμονίᾱν και μελος
το δε χωρὶς τοις ειδεσι το διὰ μετρων ενια μονον περαινεσθαι
Επει δε πραττοντες ποιοῦνται την μῑμησιν
πρωτον μεν εξ αναγκης αν ειη τι μοριον τραγωιδίᾱς ὁ της οψεως κοσμος
εν τουτοις γαρ ποιοῦνται την μῑμησιν.
λεγω δε λεξιν μεν ταυτην την των μετρων συνθεσιν
μελοποιίᾱν δε ὃ την δυναμιν φανερὰν εχει πᾶσαν.
πραττεται δε ὑπὸ τινῶν πραττοντων
οὕς αναγκη ποιούς τινας ειναι κατά τε το ηθος και την διανοιαν
διὰ γαρ τουτων και τας πραξεις ειναι φαμεν ποιάς τινας
πεφυκε δ' αιτια δυο των πραξεων ειναι διανοιαν και ηθος
και κατὰ ταυτᾱς και τυγχανουσι και αποτυγχανουσι παντες
εστὶν δε της μεν πραξεως ὁ μῦθος ἡ μῑμησις ·
λεγω γαρ μῦθον τουτον την συνθεσιν των πραγματων
τα δε ηθη καθ' ὃ ποιούς τινας ειναι φαμεν τους πραττοντας
διανοιαν δε εν ὅσοις λεγοντες αποδεικνυᾱσιν τι ὴ και αποφαινονται γνωμην.
αναγκη ουν πᾱσης τραγωιδίᾱς μερη ειναι ἑξ
καθ' ὃ ποιά τις εστὶν ἡ τραγωιδίᾱ ·
ταυτα δ' εστὶ μῦθος και ηθη και λεξις και διανοια και οψις και μελοποιίᾱ.
οἵς μεν γαρ μιμουνται δυο μερη εστὶν
τουτοις μεν ουν ουκ ολίγοι αυτῶν ὡς ειπεῖν κεχρηνται τοις ειδεσιν ·
και ηθος και μῦθον και λεξιν και μελος και διανοιαν ὡσαυτως.
Μεγιστον δε τουτων εστὶν ἡ των πραγματων συστασις ·
ἡ γαρ τραγωιδίᾱ μῑμησις εστιν ουκ ανθρωπων
αλλὰ πραξεως και βίου και ευδαιμονίᾱς
και ἡ κακοδαιμονίᾱ εν πραξει εστὶν
και το τελος πρᾶξις τις εστιν ου ποιοτης ·
εισὶν δε κατὰ μεν τα ηθη ποιοί τινες
κατὰ δε τᾱς πρᾱξεις ευδαιμονες ὴ τουναντίον.
ουκουν ὁπως τα ηθη μῑμησωνται πραττουσιν
αλλὰ τα ηθη συμπαραλαμβανουσιν διὰ τᾱς πρᾱξεις ·
ὡστε τα πραγματα και ὁ μῦθος τελος της τραγωιδίᾱς
ετι ανευ μεν πρᾱξεως ουκ αν γενοιτο τραγωιδίᾱ
αἱ γαρ των νεων των πλειστων αηθεις τραγωιδίαι εισὶν
και ὁλως ποιηταὶ πολλοὶ τοιουτοι
οἱον και των γραφεων Ζευξις προς Πολυγνωτον πεπονθεν ·
ὁ μεν γαρ Πολυγνωτος αγαθὸς ηθογράφος
ἡ δε Ζευξιδος γραφὴ ουδεν εχει ηθος.
ετι εάν τις εφεξῆς θηι ῥησεις ηθικὰς και λεξει και διανοιᾱι εῦ πεποιημενας
ου ποιησει ὃ ην της τραγωιδίᾱς εργον
αλλὰ πολὺ μᾶλλον ἡ καταδεεστεροις τουτοις κεχρημενη τραγωιδίᾱ
εχουσα δε μῦθον και συστασιν πραγματων.
προς δε τουτοις τα μεγιστα οἵς ψυχαγωγεῖ ἡ τραγωιδίᾱ
αἱ τε περιπετειαι και αναγνωρισεις.
ὁτι και οἱ εγχειροῦντες ποιεῖν
προτερον δυνανται τηι λεξει και τοις ηθεσιν ακριβοῦν
οἱον και οἱ πρωτοι ποιηταὶ σχεδον ἁπαντες.
Αρχὴ μεν ουν και οἱον ψῡχὴ ὁ μῦθος της τραγωιδίᾱς
παραπλησιον γαρ εστιν και επὶ της γραφικῆς ·
ει γαρ τις εναλειψειε τοις καλλιστοις φαρμακοις χυδην
ουκ αν ὁμοιως ευφρανειεν και λευκογραφησᾱς εικόνα.
εστίν τε μῑμησις πραξεως και διὰ ταυτην μαλιστα των πραττοντων.
τουτο δε εστὶν το λεγειν δυνασθαι τα ενόντα και τα ἁρμοττοντα
ὅπερ επὶ των λογων της πολῑτικῆς και ῥητορικῆς εργον εστίν ·
οἱ μεν γαρ αρχαιοι πολῑτικῶς εποίουν λεγοντας
Εστιν δε ηθος μεν το τοιοῦτον ὃ δηλοῖ την προαιρεσιν
ὁποια τις εν οἵς ουκ εστι δηλον ὴ προαιρεῖται ὴ φευγει ·
διόπερ ουκ εχουσιν ηθος των λογων εν οἳς
μηδ' ὁλως εστὶν ὅ τι προαιρεῖται ὴ φευγει ὁ λεγων.
Διανοιᾱ δε εν οἳς αποδεικνυουσι τι ὡς εστιν ὴ ουκ εστιν
Τεταρτον δε των μεν λογων ἡ λεξις ·
λεγω δε ὡσπερ προτερον ειρηται λεξιν ειναι την διὰ της ονομασίᾱς ἑρμηνείαν
ὃ και επὶ των εμμετρων και επι των λογων εχει την αυτὴν δυναμιν.