


Μῦθος δ' εστὶν εἱς ουχ ὡσπερ τινες οιονται εὰν περὶ ἑνα ῆι ·
πολλὰ γαρ και απειρα τωι ἑνὶ συμβαινει
οὑτως δε και πρᾱξεις ἑνὸς πολλαί εισιν
εξ ὧν μία ουδεμία γινεται πρᾶξις.
διὸ παντες εοικασιν ἁμαρτανειν
ὁσοι των ποιητῶν Ἡρακληίδα Θησηίδα και τα τοιαῦτα ποιηματα πεποιηκασιν ·
οιονται γαρ επεὶ εἱς ην ὁ Ἡρακλῆς
ἑνα και τον μῦθον ειναι προσηκειν.
ὁ δ' Ὁμηρος ὡσπερ και τα αλλα διαφερει
Οδυσσειαν γαρ ποιῶν ουκ εποιησεν ἁπαντα ὁσα αυτῶι συνεβη
οἱον πληγῆναι μεν εν τωι Παρανασσῶι
μανηναι δε προσποιησασθαι εν τωι αγερμῶι
ὧν ουδὲν θατερου γενομενου αναγκαῖον ην ὴ εικὸς θατερον γενέσθαι
αλλὰ περὶ μίαν πρᾶξιν οἱαν λεγομεν την Οδυσσειαν συνεστησεν
καθάπερ εν ταις αλλαις μῑμητικαῖς ἡ μία μῑμησις ἑνός εστιν
οὑτω και τον μῦθον επεὶ πρᾱξεως μῑμησις εστι
και τα μερη συνεστάναι των πραγματων οὑτως
ὡστε μετατιθεμενου τινὸς μερους ὴ αφαιρουμενου
διαφερεσθαι και κινεῖσθαι το ὁλον ·
ὃ γαρ προσὸν ὴ μη προσὸν μηδὲν ποιεῖ επιδηλον