


Ὣς φατο · Πηλεϊωνι δ' αχος γενετ' εν δε Ϝοι ητορ
στηθεσσιν λασϊοισι διανδιχα μερμηριξεν
η ὁ γε φασγανον οξὺ ερυσσαμενος παρὰ μηροῦ 190
τους μεν αναστησειεν ὁ δ' Ατρεϊδην εναριζοι
ηϜε χολον παυσειεν ερητῡσειε τε θῡμόν .
Ἡος ὁ ταυθ' ὡρμαινε κατὰ φρενα και κατὰ θῡμόν
ἑλκετο δ' εκ κολεοῖο μεγα ξιφος ηλθε δ' Αθηνη
ουρανόθεν · προ γαρ ἡκε θεὰ λευκωλενος Ἡρη 195
αμφω ὁμῶς θῡμῶι φιλεουσα τε κηδομενη τε ·
στη δ' οπιθεν ξανθῆς δε κομης ἑλε Πηλεϊωνα
οιωι φαινομενη · των δ' αλλων ου τις ὁρᾶτο .
Θαμβησεν δ' Αχιλεύς μετὰ δ' ετραπετ' αυτίκα δ' εγνω
Παλλάδ' Αθηναιην · δεινὼ δε Ϝοι οσσε φαανθεν · 200
και μιν φωνησᾱς Ϝεπεα πτεροεντα προσηύδα ·
« Τίπτ' αυτ' αιγιοχοιο Διὸς τεκος ειληλουθας ;
Η ἱνα ὑβριν Ϝιδηι Αγαμεμνονος Ατρεϊδᾱο ;
αλλ' εκ τοι Ϝερεω το δε και τελεεσθαι οΐω ·
Ϝηις ὑπεροπλῑηισι ταχ' αν ποτε θῡμὸν ολεσσηι . » 205
Τον δ' αυτε προσεϜειπε θεὰ γλαυκωπις Αθηνη ·
« Ηλθον εγὼ παυσουσα τεὸν μενος αι κε πιθηαι
ουρανόθεν · προ δε μ' ἡκε θεὰ λευκωλενος Ἡρη
αμφω ὁμῶς θῡμῶι φιλεουσα τε κηδομενη τε .
Αλλ' αγε ληγ' εριδος μηδὲ ξιφος ἑλκεο χειρί · 210
αλλ' ητοι Ϝεπεσιν μεν ονειδισον ὡς εσεταί περ ·
ὡδε γαρ εξερεω το δε και τετελεσμένον εσται.
Και ποτέ τοι τρις τοσσα παρεσσεται αγλαὰ δωρα
ὑβριος εἱνεκα τησδε · συ δ' ισχεο πειθεο δ' ἡμῖν . »
Την δ' απαμειβομενος προσεφη ποδας ωκὺς Αχιλλεύς · 215
« Χρη μεν σφωΐτερον γε θεά Ϝεπος Ϝειρυσσασθαι
και μαλα περ θῡμῶι κεχολωμενον· ὡς γαρ αμεινον.
Ὅς κε θεοῖς επιπειθηται μαλα τ' εκλυον αυτοῦ . »
Fη και επ' αργυρεηι κωπηι σχεθε χειρα βαρεῖαν
αψ δ' ες κουλεὸν Ϝωσε μεγα ξιφος ουδ' απιθησε 220
μῡθωι Αθηναιης · ἡ δ' Ούλυμπόνδε βεβηκει
δωματ' ες αιγιοχοιο Διὸς μετα δαιμονας αλλους.
Πηλεϊδης δ' εξαῦτις αταρτηροῖς επεϜεσσιν
Ατρεϊδην προσεϜειπε και ου πω ληγε χολοιο ·
« Οινοβαρές κυνὸς ομματ' εχων κραδιην δ' ελαφοιο 225
ουτε ποτ' ες πολεμον ἁμα λᾱῶι θωρηχθῆναι
ουτε λοχονδ' ιέναι συν αριστηεσσιν Αχαιῶν
τετληκας θῡμῶι · το δε τοι κηρ Ϝειδεται ειναι.
Ĥ πολὺ λωϊον εστὶ κατὰ στρατὸν ευρὺν Αχαιῶν
δωρ' αποαιρεισθαι ὅς τις σεθεν αντίον Ϝειπηι · 230
δημοβόρος βασιλεύς επει ουτιδανοῖσιν ανασσεις ·
ῆ γαρ αν Ατρεϊδη νῦν ὑστατα λωβησαιο .
Αλλ' εκ τοι Ϝερεω και επὶ σμεγαν ὁρκον ομοῦμαι ·
ναι μα τοδε σκηπτρον το μεν ου ποτε φυλλα και οζους
φῡσει επεὶ δη πρωτα τομὴν εν ορεσσι λελοιπεν 235
ουδ' αναθηλησει · περὶ γαρ ῥα Ϝε χαλκὸς ελεψε
φυλλα τε και φλοιόν νῦν αυτέ μιν υἱες Αχαιῶν
εν παλαμηις φορεουσι δικασπολοι οἵ τὲ θεμιστας
προς Διὸς ειρυαται · ὁ δε τοι μεγας εσσεται ὁρκος ·
ῆ ποτ' Αχιλλῆος ποθὴ ἱξεται υἱας Αχαιῶν 240
συμπαντας · τοτε δ' ου τι δυνησεαι αχνυμενος περ
χραισμεῖν ευτ' αν πολλοὶ ὑπ' Ἑκτορος ανδροφονοιο
Lexical Help
191 αναστησειεν < ανιστημι
193 ταυθ' = ταυτα
195 προ ... ἡκε < προϊημι
197 στη < ἱστημι
199 ετραπετ' < τρεπω
199 εγνω < γιγνωσκω
200 φαανθεν < φαεινω
202 ειληλουθας < ερχομαι
204 εκ ... Ϝερεω < εξειρω
208 προ ... ἡκε < προϊημι
219 σχεθε < εχω
221 βεβηκει < βαινω
233 εκ ... Ϝερεω < εξειρω
233 επι ... ομουμαι < επομνῡμι
233 *σμεγαν = μεγαν (hypothetical form, by analogy with σμικρος = μικρος)
235 λελοιπεν < λειπω
236 Ϝε = ἑ
241 ἱξεται < ἱκνεομαι
244 ετῑσας < τῑνω