


Ὣς φατο Πηλεϊδης ποτὶ δε σκηπτρον βαλε γαιηι 245
χρῡσειοις Ϝηλοισι πεπαρμενον ἑζετο δ' αυτός ·
Ατρεϊδης δ' ἑτερωθεν εμηνιε · τοισι δε Νεστωρ
ἡδυϜεπὴς ανορουσε λιγὺς Πυλίων αγορητής
του και απὸ γλωσσης μελιτος γλυκίων ῥεϜεν αυδή .
Τωι δ' ηδη δυο μεν γενεαὶ μεροπων ανθρωπων 250
εφθιαθ' οἵ Ϝοι προσθεν ἁμα τραφεν ηδ' εγενοντο
εν Πυλωι ηγαθεηι μετὰ δε τριτατοισιν ανασσεν.
Ὁ σφιν εῢ φρονεων αγορησατο και μετεϜειπεν ·
« Ω ποποι ῆ μεγα πενθος Αχαιΐδα γαιαν ἱκανει ·
ῆ κεν γηθησαι Πριαμος Πριαμοιο τε παιδες 255
αλλοι τε Τρωες μεγα κεν κεχαροιατο θῡμῶι
ει σφωϊν ταδε παντα πυθοιατο μαρναμενοιϊν
οἳ περι μεν βουλὴν Δαναῶν περὶ δ' εστὲ μαχεσθαι.
Αλλὰ πιθεσθ' · αμφω δε νεωτερω εστὸν εμεῖο ·
ηδη γαρ ποτ' εγὼ και αρειοσιν ηϜέ περ ὑμῖν 260
ανδράσιν ὡμῑλησα και ου ποτέ μ' οἱ γ' αθεριζον .
Ου γαρ πω τοιους Ϝιδον ᾱνέρας ουδὲ Ϝιδομαι
οἱον Πειριθοον τε Δρυαντα τε ποιμένα λᾱῶν
Καινέα τ' Εξαδιον τε και αντιθεον Πολυφημον
Θησέα τ' Αιγεϊδην επιεικελον ᾱθανατοισι · 265
καρτιστοι δη κεινοι επιχθονίων τραφεν ανδρῶν ·
καρτιστοι μεν εσαν και καρτιστοις εμαχοντο
φηρσὶν ορεσκωιοισι και εκπαγλως απολεσσαν.
Και μεν τοισιν εγὼ μεθομῑλεον εκ Πυλου ελθών
τηλόθεν εξ απιης γαιης · καλεσαντο γαρ αυτοί · 270
και μαχομην κατ' εμ' αυτὸν εγώ · κεινοισι δ' αν ου τις
των οἳ νῦν βροτοί εισιν επιχθονιοι μαχεοιτο ·
και μεν μευ βουλέων ξυνιεν πειθοντο τε μῡθωι.
Αλλὰ πιθεσθε και υμμες επεὶ πειθεσθαι αμεινον ·
μητε συ τονδ' αγαθός περ εὼν αποαιρεο κουρην 275
αλλ' εᾱ ὡς Ϝοι πρωτα δοσαν γερας υἱες Αχαιῶν ·
μητε συ Πηλεϊδη εθελ' εριζεμεναι βασιληϊ
αντιβιην επεὶ ου ποθ' ὁμοιης εμμορε τῑμῆς
σκηπτουχος βασιλεύς ὥι τε Ζεὺς κῦδος εδωκεν .
Ει δε συ καρτερός εσσι θεὰ δε σε γεινατο μητηρ 280
αλλ' ὁδε φερτερος εστιν επεὶ πλεονεσσιν Ϝανασσει.
Ατρεϊδη συ δε παυε τεὸν μενος · αυτὰρ εγώ γε
λισσομ' Αχιλλῆῑ μεθέμεν χολον ὃς μεγα πᾶσιν
Ϝἑρκος Αχαιοῖσιν πελεται πολεμοιο κακοῖο . »
Τον δ΄ απαμειβομενος προσεφη κρειων Αγαμεμνων · 285
« Ναι δη ταυτα γε παντα γερον κατὰ μοιραν εϜειπες ·
αλλ' ὁδ' ανὴρ εθελει περὶ παντων εμμεναι αλλων
παντων μεν κρατεειν εθελει παντεσσι δ' ανασσειν
πᾶσι δε σημαινειν ἅ τιν' ου πεισεσθαι οΐω .
Ει δε μιν αιχμητὴν εθεσαν θεοὶ αιεν εόντες 290
τουνεκα Ϝοι προθεουσιν ονειδεα μῡθησασθαι ; »
Τον δ' αρ' ὑποβληδην ημειβετο δῖος Αχιλλεύς ·
« Ĥ γαρ κεν δειλός τε και ουτιδανὸς καλεοιμην
ει δη σοι πᾶν εργον ὑπειξομαι ὁττι κεν ειπηις ·
αλλοισιν δη ταυτ' επιτελλεο μη γαρ εμοί γε 295
σημαιν' · ου γαρ εγώ γ' ετι σοι πεισεσθαι οΐω.
Αλλο δε τοι Ϝερεω συ δ' ενὶ φρεσὶ βαλλεο σηισι ·
χερσὶ μεν ου τοι εγώ γ μαχησομαι εἱνεκα κουρης
ουτε σοι ουτε τωι αλλωι επεί μ' αφελεσθε γε δοντες ·
των δ' αλλων ἅ μοί εστι θοῆι παρὰ νηΐ μελαινηι 300
των δ' ουκ αν τι φεροις ανελὼν αϜεκοντος εμεῖο ·
Ει δ' αγε μην πειρησαι ἱνα γνωωσι και οἱδε ·
αιψά τοι αἱμα κελαινὸν ερωησει περὶ δουρί . »
Ὣς τω γ' αντιβιοισι μαχεσσαμενω επεεσσιν
ανστητην λῡσαν δ' αγορὴν παρὰ νηυσὶν Αχαιῶν . 305
Πηλεϊδης μεν επὶ κλισίᾱς και νηας εῑσᾱς
ήϊε συν τε Μενοιτιαδηι και οἱς ἑταροισιν ·
Ατρεϊδης δ' αρα νηα θοὴν ἁλαδε προερυσσεν
εν δ' ερετᾱς εκρῑνεν εϜεικοσιν ες δ' ἑκατομβην
βησε θεῶι ανα δε Χρῡσηϊδα καλλιπαρηιον 310
εἱσεν αγων · εν δ' αρχὸς εβη πολυμητις Οδυσσεύς.
Οἱ μεν επειτ' αναβάντες επεπλεον ὑγρὰ κελευθα
λᾱοὺς δ' Ατρεϊδης απολῡμαινεσθαι ανωγεν ·
οἱ δ' απελῡμαινοντο και εις ἁλα λῡματα βαλλον
ἑρδον δ' Ᾱπολλωνι τεληεσσᾱς ἑκατομβᾱς 315
Lexical Help
246 πεπαρμενον < πειρω
251 Ϝοι ... ἁμα = ἁμα Ϝοι
251 τραφεν < τρεφω
273 ξυνιεν < ξυνιημι
275 αποαιρεο < αφαιρεω
278 εμμορε < μειρομαι
279 εδωκεν < διδωμι
290 εθεσαν < τιθημι
301 ανελων < αναιρεω
305 ανστητην < ανιστημι
307 ηϊε < ειμι
311 εἱσεν < ἑζομαι