


Ὣς οἱ μεν τα πενοντο κατὰ στρατόν · ουδ' Αγαμεμνων
ληγ' εριδος τήν πρωτον επηπειλησ' Αχιλῆϊ
αλλ' ὁ γε Ταλθυβιον τε και Ευρυβατην προσεϜειπε 320
τώ Ϝοι εσαν κηρῡκε και οτρηρὼ θεραποντε ·
« Ερχεσθον κλισιην Πηληϊαδεω Αχιλῆος ·
χειρὸς ἑλόντ' αγέμεν Βρῑσηΐδα καλλιπαρηιον ·
ει δε κε μη δωηισιν εγὼ δε κεν αυτὸς ἑλωμαι
ελθὼν συν πλεονεσσι · το Ϝοι και ῥῑγιον εσται . » 325
Ὣς ειπὼν προΐει κρατερὸν δ' επι μῦθον ετελλε ·
τω δ' αϜεκοντα βατην παρὰ θῑν' ἁλὸς ατρυγετοιο
Μυρμιδονων δ' επί τε κλισίᾱς και νηας ἱκεσθην.
Τον δ' εὑρον παρά τε κλισίηι και νηῒ μελαινηι
ἡμενον · ουδ' αρα τω γε Ϝιδὼν γηθησεν Αχιλλεύς. 330
Τω μεν ταρβησαντε και αιδομενω βασιλῆα
στητην ουδε τι μιν προσεφωνεον ουδ' ερεοντο ·
αυτὰρ ὁ εγνω ἡισιν ενὶ φρεσὶ φωνησεν τε ·
« Χαιρετε κηρῡκες Διὸς αγγελοι ηδὲ και ανδρῶν ·
ᾶσσον ιτ' · ου τι μοι υμμες επαιτιοι αλλ' Αγαμεμνων 335
ὃ σφωϊ προϊει Βρῑσηΐδος εἱνεκα κουρης .
Αλλ' αγε δῑογενὲς Πατροκλεες εχαγε κουρην
και σφώϊν δος αγειν · τω δ' αυτὼ μαρτυροι εστων
προς τε θεῶν μακαρων προς τε θνητῶν ανθρωπων
και προς του βασιλῆος απηνέος ει ποτε δη αυτε 340
χρειὼ εμεῖο γενηται αϜεικέα λοιγὸν αμῦναι
τοις αλλοις · ῆ γαρ ὁ γ' ολοιῆισι φρεσὶ θῡει
ουδέ τι οιδε νοῆσαι ἁμα προσσω και οπισσω
ὁππως Ϝοι παρὰ νηυσὶ σοοι μαχεοιντο Αχαιοί . »
Ὣς φατο Πατροκλος δε φιλωι επεπειθεθ' ἑταιρωι 345
εκ δ' αγαγε κλισίης Βρῑσηΐδα καλλιπαρηιον
δωκε δ' αγειν · τω δ' αυτις ιτην παρὰ νηας Αχαιῶν ·
ἡ δ' αϜεκουσ' ἁμα τοισι γυνὴ κιεν · αυτὰρ Αχιλλεὺς
δακρῡσᾱς ἑταρων αφαρ ἑζετο νοσφι λιασθείς
θῑν' εφ' ἁλὸς πολιῆς ὁροων επὶ οινοπα ποντον · 350
πολλὰ δε μητρὶ φιληι ηρησατο χειρας ορεγνύς ·
« Μητερ επεί μ' ετεκες γε μινυνθαδιον περ εόντα
τῑμήν περ μοι οφελλεν Ολυμπιος εγγυαλίξαι
Ζεὺς ὑψιβρεμετης · νῦν δ' ουδέ με τυτθὸν ετῑσεν ·
ῆ γαρ μ' Ατρεϊδης ευρὺ κρειων Αγαμεμνων 355
ητῑμησεν · ἑλὼν γαρ εχει γερας αυτὸς απουρᾱς . »
Ὡς φατο δακρυ χεων του δ' εκλυε ποτνια μητηρ
ἡμενη εν βενθεσσιν ἁλὸς παρὰ πατρὶ γεροντι ·
καρπαλιμως δ' ανεδῡ πολιῆς ἁλὸς ηΰτ' ομιχλη
και ῥα παροιθ' αυτοῖο καθεζετο δακρυ χεοντος 360
χειρί τε μιν κατερεξεν επος τ' εφατ' εκ τ' ονομαζε ·
Lexical Help
323 ἑλοντ' < αἱρεω
324 ἑλωμαι < αἱρεω
327 βατην < βαινω
332 στητην < ἱστημι
332 ερεοντο < ειρομαι
333 εγνω < γιγνωσκω
335 ιτ' < ειμι
341 γενηται < γιγνομαι
343 οιδε < ειδω
347 ιτην < ειμι
351 ηρησατο < ᾱραομαι
356 ἑλων < αἱρεω