


Την δε βαρὺ στεναχων προσεφη ποδας ωκὺς Αχιλλεύς ·
« Οισθα · τί ῆ τοι ταυτα Ϝιδυιηι παντ' αγορευω ; 365
Ωιχομεθ' ες Θηβην ἱερὴν πολιν Ηετιωνος
την δε διεπραθομεν τε και ηγομεν ενθάδε παντα ·
και τα μεν ευ δασσαντο μετὰ σφισιν υἱες Αχαιῶν
εκ δ' ἑλον Ατρεϊδηι Χρῡσηΐδα καλλιπαρηιον .
Χρῡσης δ' αυθ' ἱερεὺς ἑκατηβολου Ᾱπολλωνος 370
ηλθε θοὰς επι νηας Αχαιῶν χαλκοχιτωνων
λῡσομενος τε θυγατρα φερων τ' απερεισι' αποινα
στεμματ' εχων εν χερσὶν Ϝεκηβολου Ᾱπολλωνος
χρῡσεωι ανὰ σκηπτρωι και λισσετο παντας Αχαιούς
Ατρεΐδα δε μαλιστα δυω κοσμητορε λᾱῶν . 375
Ενθ' αλλοι μεν παντες επευφημησιν Αχαιοὶ
αιδεῖσθαι θ' ἱερῆα και αγλαὰ δεχθαι αποινα ·
αλλ' ουκ Ατρεϊδηι Αγαμεμνονι ἡνδανε θῡμῶι
αλλὰ κακῶς αφιει κρατερον δ' επὶ μῦθον ετελλε .
Χωομενος δ' ὁ γερων παλιν ωιχετο · τοιο δ' Απολλων 380
ευχαμενου ηκουσεν επεὶ μαλα Ϝοι φιλος ηεν
ἡκε δ' επ' Αργειοισι κακὸν βελος · οἱ δε νυ λᾱοὶ
θνηισκον επασσυτεροι τα δ' επωιχετο κηλα θεοῖο
παντηι ανὰ στρατὸν ευρὺν Αχαιῶν · αμμι δε μαντις
ευ ειδὼς αγορευε θεοπροπίᾱς Ἑκατοιο . 385
Αυτίκ' εγὼ πρωτος κελομην θεὸν ῾ῑλασκεσθαι ·
Ατρεϊωνα δ' επειτα χολος λαβεν αιψα δ' αναστὰς
ηπειλησεν μῦθον ὃ δη τετελεσμενος εστί ·
την μεν γαρ συν νηῒ θοῆι ἑλικωπες Αχαιοὶ
ες Χρῡσην πεμπουσιν αγουσι δε δωρα ανακτι · 390
την δε νεον κλισιηθεν εβαν κηρῡκες αγοντες
κουρην Βρῑσῆος τήν μοι δοσαν υἱες Αχαιῶν.
Αλλὰ συ ει δυνασαι γε περισχεο παιδὸς ἑοῖο
ελθοῦς' Ούλυμπόνδε Δίᾱ λισαι ει ποτε δη τι
η Ϝεπει ωνησας κραδιην Διὸς ηϜὲ και εργωι . 395
Πολλάκι γαρ σεο πατρὸς ενὶ μεγαροισιν ακουσα
ευχομενης ὁτ' εφησθα κελαινεφέϊ Κρονίωνι
οιη εν ᾱθανατοισι αϜεικέα λοιγὸν αμῦναι
ὁππότε μιν ξυνδησαι Ολυμπιοι ηθελον αλλοι
Ἡρη τ' ηδε Ποσειδᾱων και Παλλὰς Αθηνη · 400
Αλλὰ συ τον γ' ελθοῦσα θεά ὑπελῡσαο δεσμῶν
ωχ' ἑκατογχειρον καλεσᾱσ' ες μακρὸν Ολυμπον
ὅν Βριαρεων καλεουσι θεοί ανδρες δε τε παντες
Αιγαιων' · ὁ γαρ αυτε βιηι Ϝου πατρὸς αμεινων ·
ὅς ῥα παρὰ Κρονιωνι καθεζετο κῡδεϊ γαιων · 405
τον και ὑπεδϜεισαν μακαρες θεοὶ ουδέ τ' εδησαν .
Των νῦν μιν μνησᾱσα παρεζεο και λαβὲ γουνων
αι κεν πως εθεληισιν επὶ Τρωεσσιν αρῆξαι
τους δε κατὰ πρυμνᾱς τε και αμφ' ἁλα Ϝελσαι Αχαιοὺς
κτεινομενους ἱνα παντες επαυρωνται βασιλῆος 410
γνωι δε και Ατρεϊδης ευρὺ κρειων Αγαμεμνων
Ϝην ᾱτην ὅ τ' αριστον Αχαιῶν ουδὲν ετῑσεν . »
Τον δ' ημειβετ' επειτα Θετις κατὰ δακρυ χεουσα ·
« Ω μοι τεκνον εμόν τί νυ σ' ετρεφον αινὰ τεκοῦσα ;
Αιθ' οφελες παρὰ νηυσὶν αδακρῡτος και απημων 415
ἡσθαι επεί νυ τοι αισα μινυνθα περ ου τι μαλα δϜην ·
νῡν δ' ἁμα τ' ωκυμορος και οϊζῡρὸς περὶ παντων
επλεο · τω σε κακῆι αισηι τεκον εν μεγαροισι .
Τουτο δε τοι Ϝερεουσα Ϝεπος Διὶ τερπικεραυνωι
ειμ' αυτὴ προς Ολυμπον αγαννιφον αι κε πιθηται. 420
Αλλὰ συ μεν νῦν νηυσὶ παρημενος ωκυποροισι
μηνι' Αχαιοῖσιν πολεμου δ' αποπαυεο παμπαν ·
Ζεὺς γαρ ες Ωκεανὸν μετ' αμῡμονας Αιθιοπῆας
χθιζὸς εβη κατὰ δαιτα θεοὶ δ' ἁμα παντες ἑποντο ·
δωδεκατηι δε τοι αυτις ελευσεται Ούλυμπόνδε 425
Lexical Help
365 οισθα < ειδω
365 Ϝιδυιηι < ειδω
367 διεπραθομεν < διαπερθω
377 θ' = τε
381 ηεν < ειμί
382 ἡκε < ἱημι
387 αναστᾱς < ανιστημι
391 εβαν < βαινω
393 περισχεο < περιεχω
394 ελθουσ' < ερχομαι
395 ωνησας < ονινημι
397 εφησθα < φημι
406 ὑπεδϜεισαν < ὑποδειδω
406 εδησαν < δεω
407 μνησᾱσα < μιμνησκω
409 Ϝελσαι < ειλω
418 επλεο < πελω
424 εβη < βαινω
425 ελευσεται < ερχομαι