


Ὣς αρα φωνησᾱσ' απεβησατο τον δε λιπ' αυτοῦ
χωομενον κατὰ θῡμὸν εϋζωνοιο γυναικός
τήν ῥα βιηι αϜεκοντος απηϜρων · αυτὰρ Οδυσσεὺς 430
ες Χρῡσην ῾ῑκᾱνεν αγων ἱερὴν ἑκατομβην .
Οἱ δ' ὁτε δη λιμένος πολυβενθέος εντὸς ἱκοντο
ἱστία μεν στειλαντο θεσαν δ' εν νηῒ μελαινηι
ἱστὸν δ' ἱστοδοκηι πελασαν προτονοισιν ὑφέντες
καρπαλιμως την δ' εις ὁρμον προερεσσαν ερετμοῖς . 435
Εκ δ' ευνὰς εβαλον κατὰ δε πρυμνησι' εδησαν ·
εκ δε και αυτοὶ βαινον επὶ Ϝρηγμῖνι θαλασσης
εκ δ' ἑκατομβην βησαν Ϝεκηβολωι Ᾱπολλωνι ·
εκ δε Χρῡσῒς νηὸς βη ποντοποροιο .
Την μεν επειτ' επὶ βωμὸν αγων πολυμητις Οδυσσεὺς 440
πατρὶ φιλωι εν χερσὶ τιθει και μιν προσεϜειπεν ·
« Ω Χρῡση προ μ' επεμψε Ϝαναξ ανδρῶν Αγαμεμνων
παιδα τε σοι αγέμεν Φοιβωι θ' ἱερὴν ἑκατομβην
ῥεξαι ὑπὲρ Δαναῶν οφρ' ῾ῑλασομεσθα Ϝανακτα
ὃς νῦν Αργειοισι πολυστονα κηδε' εφῆκεν . » 445
Ὥς ειπὼν εν χερσὶ τιθει · ὁ δε δεξατο χαιρων
παιδα φιλην · τοι δ' ωκα θεῶι ἱερὴν ἑκατομβην
ἑξειης εστησαν εϋδμητον περὶ βωμόν
χερνιψαντο δ' επειτα και ουλοχυτᾱς ανελοντο.
Τοισιν δε Χρῡσης μεγάλ' ευχετο χειρας ανασχών · 450
« Κλῦθι μευ Αργυροτοξ' ὃς Χρῡσην αμφιβεβηκας
Κιλλαν τε ζαθεην Τενεδοιο τε ῑφι ανασσεις ·
ηδη μεν ποτ' εμεῦ παρος εκλυες ευχαμενοιο
τῑμησᾱς μεν εμέ μεγα δ' ιψαο λᾱὸν Αχαιῶν ·
ηδ' ετι και νῦν μοι τοδ' επικρηηνον εϜελδωρ · 455
ηδη νῦν Δαναοῖσιν αϜεικέα λοιγὸν αμῡνον . »
Ὣς εφατ' ευχομενος του δ' εκλυε Φοιβος Απολλων .
Αυτὰρ επεί ῥ' ευξαντο και ουλοχυτᾱς προβαλοντο
αυϜερυσαν μεν πρωτα και εσφαξαν και εδειραν
μηρούς τ' εξεταμον κατά τε κνῑσηι εκαλυψαν 460
διπτυχα ποιησαντες επ' αυτῶν δ' ωμοθετησαν ·
καιε δ' επι σχιζηις ὁ γερων επὶ δ' αιθοπα Ϝοινον
λειβε · νεοι δε παρ' αυτὸν εχον πεμπωβολα χερσίν .
Αυτὰρ επεὶ κατὰ μηρ' εκαη και σπλαγχν' επασαντο
μιστυλλον τ' αρα τᾶλλα και αμφ' οβελοῖσιν επειραν 465
ωπτησαν τε περιφραδεως ερυσαντο τε παντα .
Αυτὰρ επεὶ παυσαντο πονου τετυκοντο τε δαιτα
δαινυντ' ουδέ τι θῡμὸς εδευετο δαιτὸς εΐσης .
Αυτὰρ επεὶ ποσιος και εδητύος εξ ερον ἑντο
κουροι μεν κρητῆρας επεστεψαντο ποτοῖο 470
νωμησαν δ' αρα πᾶσιν επαρξαμενοι δεπαεσσιν ·
οἱ δε πανημεριοι μολπῆι θεὸν ῾ῑλασκοντο
κᾱλὸν αϜειδοντες παιηονα κουροι Αχαιῶν
μελποντες FεκαϜεργον · ὁ δε φρενα τερπετ' ακουων .
Ημος δ' ηελιος κατεδῡ και επὶ κνεφας ηλθε 475
δη τοτε κοιμησαντο παρὰ πρυμνησια νηός ·
ημος δ' ηριγενεια φανη ῥοδοδακτυλος Ηώς
και τοτ' επειτ' αναγοντο μετὰ στρατὸν ευρὺν Αχαιῶν ·
τοισιν δ' ικμενον ουρον ἱει FεκαϜεργος Απολλων ·
οἱ δ' ἱστὸν στησαντ' ανά θ' ἱστία λευκὰ πετασσαν 480
εν δ' ανεμος πρησεν μεσον ἱστίον αμφὶ δε κῦμα
στειρηι πορφυρεον μεγάλ' ῑαχε νηὸς ιουσης ·
ἡ δ' εθεεν κατὰ κῦμα διαπρησσουσα κελευθον .
Αυτὰρ επεί ῥ' ῾ῑκοντο κατὰ στρατὸν ευρὺν Αχαιῶν
νηα μεν οἱ γε μελαιναν επ' ηπειροιο ερυσσαν 485
ὑψοῦ επὶ ψαμαθοις ὑπὸ δ' ἑρματα μακρὰ τανυσσαν
αυτοὶ δε σκιδναντο κατὰ κλισίᾱς τε νεας τε .
Αυτὰρ ὁ μηνιε νηυσὶ παρημενος ωκυποροισι
διογενὴς Πηλῆος υἱός ποδας ωκὺς Αχιλλεύς ·
ουτε ποτ' εις αγορην πωλεσκετο κῡδιανειραν 490
Lexical Help
428 απεβησατο < αποβαινω
430 απηϜρων < απαυραω
434 θεσαν < τιθημι
438 βησαν < βαινω
445 εφηκεν < εφιημι
448 εστησαν < ἱστημι
449 ανελοντο < αναιρεω
450 ανασχων < ανεχω
454 ιψαο < ιπτομαι
464 επασαντο < πατεομαι
467 τετυκοντο < τευχω
469 ἑντο < ἱημι
475 ηλθε < ερχομαι
480 στησαντ' < ἱστημι
482 ιουσης < ειμι
Language Notes
465 τᾱλλα = τα αλλα. Normally, when a word ending in a short vowel precedes a word beginning with another vowel, the vowel at the end of the first word is simply dropped (as in line 480, στησαντ' ανα). Here, however, there is a rare instance of crasis, with two short alphas combining into a single long alpha, perhaps because τᾱλλα was perceived as a morpheme (a single unit of meaning), just like its English equivalent, "the rest."
472 πανημεριοι. While in English the idea of "all day long" must be expressed adverbially, here it is rendered adjectivally, modifying the subject of the clause: the men are "day-long-activity-engaged."