Lexical Help
494 ισαν < ειμι
497 ανεβη < αναβαινω
501 Ϝελουσα < αἱρεω
503 ονησα < ονινημι
507 ἑλων < αἱρεω
507 απουρᾱς < απαυραω
512 ἡστο < ἡμαι
512 ἡψατο < ἁπτω
513 εμπεφυϜῑα < εμφυω
514 ὑποσχεο < ὑπισχομαι
518 εφησεις < εφιημι
524 πεποιθηις < πειθω
528 Η < ημι
532 αλτο < αλλομαι
533 ανεσταν < ανιστημι
537 ιδουσ' < ειδω
Language Notes
497 ηεριη. Like πανημεριοι at line 472, this predicate adjective takes the place of an English adverb, establishing the time of day as early morning by applying a time-stamp to the goddess as "early-morning." It is possible, though, that this adjective means "clad in mist." The mouse-over translation synthesizes both interpretations, which is not difficult: mist hovers over a wave in the early morning light and Thetis emerges from it in an upward dive.



Αλλ' ὁτε δη ῥ' εκ τοιο δυωδεκατη γενετ' ηώς
και τοτε δη προς Ολυμπον ισαν θεοὶ αιὲν εόντες
παντες ἁμα Ζεὺς δ' ηρχε . Θετις δ' ου ληθετ' εφετμεων 495
Εὑρεν δ' ευρυοπα Κρονιδην ατερ ἡμενον αλλων
ακροτατηι κορυφῆι πολυδειράδος Ουλυμποιο ·
και ῥα παροιθ' αυτοῖο καθεζετο και λαβε γουνων 500
σκαιῆι δεξιτερῆι δ' αρ' ὑπ' ανθερεῶνος Ϝελοῦσα
λισσομενη προσεϜειπε Δία Κρονιωνα Ϝανακτα ·
« Ζευ πατερ ει ποτε δη σε μετ' ᾱθανατοισιν ονησα
η Ϝεπει η Ϝεργοι τοδε μοι κρηηνον εϜελδωρ ·
τῑμησον μοι υἱὀν ὃς ωκυμορωτατος αλλων 505
επλετ' · ατάρ μιν νῦν γε Ϝαναξ ανδρῶν Αγαμεμνων
ητῑμησεν · ἑλὼν γαρ εχει γερας αυτὸς αποϜρᾱς.
Αλλὰ συ περ μιν τῖσον Ολυμπιε μητιετα Ζεῦ ·
τοφρα δ' επὶ Τρωεσσι τιθει κρατος οφρ' αν Αχαιοὶ
υἱὸν εμὸν τῑσωσιν οφελλωσιν τε Ϝε τῑμῆι . » 510
Ὥς φατο · την δ' ου τι προσεφη Νεφεληγερέτα Ζεύς
αλλ' ακεων δην ἡστο · Θετις δ' ὡς ἡψατο γουνων
ὡς εχετ' εμπεφυϜῖα και ειρετο δευτερον αυτις ·
« Νημερτὲς μεν δη μοι ὑποσχεο και κατανευσον
η αποϜειπ' επεὶ ου τοι επι δϜεος οφρ' εῢ ειδεω 515
ὁσσον εγὼ μετἀ πᾶσιν ατῑμοτατη θεός ειμί . »
Την δε μεγ' οχθησᾱς προσεφη νεφεληγερέτα Ζεύς ·
« Ĥ δη λοιγια εργ' ὅ τὲ μ' εχθοδοπῆσαι εφησεις
νεικεῖ και τε με φησι μαχηι Τρωεσσιν αρηγειν.
Αλλὰ συ μεν νῦν αυτις αποστιχε μη τι νοησηι
Ἡρη ·
εμοὶ
δε
κε
ταυτα
μελησεται
οφρα
τελεσσω
.
Ει
δ'
αγε
τοι
κεφαλῆι
κατανευσομαι
οφρα
πεποιθηις
·
τουτο
γαρ
εξ
εμέθεν
γε
μετ'
ᾱθανατοισι
μεγιστον
525
τεκμωρ ·
ου
γαρ
εμὸν
παλιναγρετον
ουδ'
απατηλὸν
ουδ'
ατελευτητον
ὅ τι
κεν
κεφαλῆι
κατανευσω
. »
Τω γ' ὡς βουλευσαντε διετμαγεν· ἡ μεν επειτα
εις ἁλα αλτο βαθεῖαν απ' αιγληεντος Ολυμπου
Ζεὺς δε ἑὸν προς δωμα · θεοὶ δ' ἁμα παντες ανέσταν
εξ ἑδεων σφου πατρὸς εναντίον · ουδέ τις ετλη
μειναι επερχομενον αλλ' αντιοι εσταν ἁπαντες . 535
Ὡς ὁ μεν ενθα καθεζετ' επὶ θρονου · ουδε μιν Ἡρη
ηγνοιησεν ιδοῦσ' ὁτι Ϝοι συμφρασσατο βουλὰς
αργυροπεζα Θετις θυγατηρ ἁλιοιο γεροντος ·
αυτίκα κερτομιοισι Δία Κρονίωνα προσηύδα ·
« Τίς δη αυ τοι δολομῆτα θεῶν συμφρασσατο βουλάς ; 540
Αιεί τοι φιλον εστὶν εμεῦ απονόσφιν εόντα