


Εννημαρ μεν ανὰ στρατὸν ωιχετο κηλα θεοῖο
τηι δεκατηι δ' αγορηνδε καλεσσατο λᾱὸν Αχιλλεύς ·
τωι γαρ επὶ φρεσὶ θηκε θεὰ λευκωλενος Ἡρη · 55
κηδετο γαρ Δαναῶν ὁτι ῥα θνηισκοντας ὁρᾶτο.
Οἱ δ' επεὶ ουν ηγερθεν ὁμηγερέες τ' εγενοντο
τοισι δ' ανισταμενος μετεφη ποδας ωκὺς Αχιλλεύς ·
« Ατρεϊδη νῦν αμμε παλιμπλαγχθεντας οΐω
αψ απονοστησειν ει κεν θανατον γε φυγοιμεν 60
ει δη ὁμοῦ πολεμος τε δαμᾶι και λοιμὸς Αχαιούς ·
αλλ' αγε δη τινα μαντιν ερειομεν η ἱερῆα
η και ονειροπόλον και γαρ τ' οναρ εκ Διός εστίν
ὅς κ' Ϝειποι ὅ τι τοσσον εχωσατο Φοιβος Απολλων
ειτ' αρ' ὁ γ' ευχωλῆς επιμεμφεται ειθ' ἑκατομβης 65
αι κεν πως αρνῶν κνῑσης αιγῶν τε τελειων
βουλεται αντιασᾱς ἡμῖν απὸ λοιγον αμῦναι . »
Ητοι ὁ γ' ὡς ειπὼν κατ' αρ' ἑζετο · τοισι δ' ανεστη
Καλχᾱς Θεστοριδης οιωνοπολων οχ' αριστος
ὅς Ϝηιδη τα τ' εόντα τα τ' εσσομενα προ τ' εόντα 70
και νηεσσ' ἡγησατ' Αχαιῶν Ῑλιον εισω
Ϝην διὰ μαντοσυνην τήν Ϝοι πορε Φοιβος Απολλων.
Ὁ σφιν εϋφρονεων αγορησατο και μετεϜειπεν ·
« Ω Αχιλεῦ κελεαί με Διῑ φιλε μῡθησασθαι
μηνιν Απολλωνος Ϝἑκατηβελετᾱο Ϝανακτος · 75
τοιγὰρ εγὼν Ϝερεω · συ δε συνθεω και μοι ομοσσον
ῆ μεν μοι προφρων Ϝεπεσιν και χερσὶν αρηξειν ·
ῆ γαρ οΐομαι ανδρα χολωσέμεν ὃς μεγα παντων
Αργειων κρατεει και Ϝοι πειθονται Αχαιοί ·
κρεισσων γαρ βασιλεύς ὁτε χωσεται ανδρὶ χερηϊ. 80
Ει περ γαρ τε χολον γε και αυτῆμαρ καταπεψηι
αλλά τε και μετοπισθεν εχει κοτον οφρα τελεσσηι
εν στηθεσσιν Ϝεοῖσι · συ δε φρασαι ει με σαωσεις . »
Τον δ' απαμειβομενος προσεφη ποδας ωκὺς Αχιλλεύς ·
« Θαρσησᾱς μαλα Ϝειπὲ θεοπροπιον ὅ τι οισθα · 85
ου μα γαρ Ᾱπολλωνα διῑφιλον ὥι τὲ συ Καλχαν
ευχομενος Δαναοῖσι θεοπροπϊᾱς αναφαινεις
ου τις εμεῦ ζωντος και επὶ χθονὶ δερκομενοιο
σοι κοιληις παρὰ νηυσὶ βαρειᾱς χειρας εποισει
συμπαντων Δαναῶν ουδ' ην Αγαμεμνονα Ϝειπηις 90
ὅς νῦν πολλὸν αριστος Αχαιῶν ευχεται ειναι . »
Και τοτε δη θαρσησε και ηυδᾱ μαντις αμῡμων ·
« Ουτ' αρ' ὁ γ' ευχωλῆς επιμεμφεται ουθ' ἑκατομβης
αλλ' ἑνεκ' ᾱρητῆρος ὅν ητῑμησ' Αγαμεμνων
ουδ' απελῡσε θυγατρα και ουκ απεδεξατ' αποινα 95
τουνεκ' αρ' αλγε' εδωκεν Ϝεκηβόλος ηδ' ετι δωσει ·
ουδ' ὁ γε πριν Δαναοῖσιν αεικέα λοιγὸν απωσει
πριν γ' απὸ πατρὶ φιλωι δομεναι Ϝελικωπιδα κουρην
απριατην αναποινον αγειν θ' ἱερὴν ἑκατομβην
ες Χρῡσην · τοτε κεν μιν ἱλασσαμενοι πεπιθοιμεν . » 100
Ητοι ὁ γ' ὡς Ϝειπὼν κατ' αρ' ἑζετο · τοισι δ' ανεστη
ἡρως Ατρεϊδης ευρὺ κρειων Αγαμεμνων
αχνυμενος · μενεος δε μεγα φρενες αμφὶ μελαιναι
πιμπλαντ' οσσε' δε Ϝοι πυρὶ λαμπετοωντι Ϝεΐκτην ·
Καλχαντα πρωτιστα κακ' οσσομενος προσεϜειπε · 105
« Μαντι κακῶν ου πω ποτέ μοι το κρηγυον Ϝειπας ·
αιεί τοι τα κακ' εστὶ φιλα φρεσὶ μαντευεσθαι
εσθλὸν δ' ουτε τι πω Ϝειπας Ϝεπος ουτ' ετελεσσας ·
και νῦν εν Δαναοῖσι θεοπροπεων αγορευεις
ὡς δη τουδ' ἑνεκά σφι Ϝεκηβόλος αλγεα τευχει 110
ὁυνεκ' εγὼ κουρης Χρῡσηϊδος αγλά' αποινα
ουκ εθελον δεξασθαι επεὶ πολὺ βουλομαι αυτὴν
οικοι εχειν · και γαρ ῥα Κλυταιμηστρης προβεβουλα
κουριδιης αλοχου επεὶ ου Ϝεθέν εστὶ χερειων
ου δεμας ουδε φυήν ουτ' αρ φρενας ουτέ τι Ϝεργα. 115
Aλλὰ και ὥς εθελω δομεναι παλιν ει το γ' αμεινον ·
βουλομ' εγὼ λᾱὸν σοον εμμεναι η απολεσθαι ·
αυταρ εμοὶ γερας αυτίχ' ἑτοιμασατ' οφρα μη οιος
Lexical Help
57 ηγερθεν < αγειρω
57 εγενοντο < γιγνομαι
59 αμμε = ἡμεας
67 απο ... αμῡναι < απαμῡνω
68 κατ' ... ἑζετο < καθεζομαι
68 ανεστη < ανἱστημι
70 Ϝηιδη < ειδω
70 εσσομενα < ειμί
76 συνθεω < συντιθημι
78 χολωσεμεν = χολωσειν
85 οισθα < ειδω
89 εποισει < επιφερω
96 δωσει < διδωμι
98 δομεναι < διδωμι
99 θ' = τε
100 πεπιθοιμεν < πειθω
101 κατ' ... ἑζετο < καθεζομαι
101 ανεστη < ανἱστημι
104 Ϝεϊκτην < εικω
119 Ϝεοικε < εικω
120 ὅ = ὁτι
Textual Notes
72 Ϝην. This Aeolic form of the possessive pronoun ἡν ("his own") is supplied as a conjecture. It would have been eliminated during the transcription process in Athens.
72 Ϝοι. Another Aeolic form. It is well documented that the oblique forms of the 3rd person singular personal pronoun, such as ἑ ("him"), οἱ ("to him") and οὗ ("of him"), were written as Ϝε, Ϝοι and Ϝου in the Aeolic dialect. For reasons of disambiguation, it is advantageous to assume that those forms were employed in the Iliad.
79 Ϝοι. See the note directly above.
83 Ϝεοισι = ἑοισι. See the above note on Ϝην.
114 Ϝεθεν = ἑθεν. See the above note on Ϝοι.